Ιούνιος 2023
Κ Δ Τ Τ Π Π Σ
 123
45678910
11121314151617
18192021222324
252627282930  

Ὁ Φιλεύσπλαχνος Πατέρας μας

 

 

 

 

 

 

Ποσάκις ἁμαρτήσαντα,

ὡς ἀγαθός Πατήρ παρεκάλεσας

καὶ ὡς υἱόν κατεφίλησας

καὶ τὰς ἀγκάλας ὑφαπλώσας μοι

ἐβόησας·

ἔγειρε, μὴ φοβοῦ, στήθι·

πάλιν δεύρο,

οὐκ ὀνειδίζω σε,

οὐ βδελύσσομαι,

οὐκ ἀποῤῥίπτω,

οὐδὲ σκληρύνω τὸ ἐμὸν πλάσμα,

τὸ ἐμὸν τέκνον,

τὴν ἐμὴν εἰκόνα,

ὅν οἰκείαις χερσί διέπλασα ἄνθρωπον

καὶ ἐφόρεσα,

ὑπὲρ οὗ τὸ αἷμα ἐξέχεα,

οὐκ ἀποστρέφομαι

πρός με ἐρχόμενον

τὸ λογικόν μου πρόβατον,

τὸ ἀπολωλός,

οὐ δύναμαι μὴ ἀποδοῦναι

τὴν προτέραν εὐγένειαν,

οὐ δύναμαι μὴ συναριθμῆσαι

τοῖς ἐνενήκοντα ἐννέα προβάτοις·

διά γὰρ τοῦτο καὶ μόνον

ἐπί τῆς γῆς κατελήλυθα

καὶ τὸν λύχνον ἀνῆψα,

τὴν σάρκα μου τὴν οἰκείαν

καὶ τὴν οἰκίαν ἐσάρωσα

καὶ τὰς φίλας Δυνάμεις

τὰς οὐρανίους συνεκαλεσάμην

ἐπευφρανθῆναι τῇ τούτου εὑρέσει.

Πάντα οὖν τὰ τοιαῦτα

ὡς ἀγαθός καὶ φιλάνθρωπος

ἐχαρίσω μοι, Δέσποτα,

ἐγὼ δὲ πάντων

καταφρονήσας ὁ ἄθλιος,

εἰς ἀλλοτρίαν καὶ μακράν χώραν

τῆς ἀπωλείας ἀπέδρασα.

Ἅγιος Ἰωάννης Δαμασκηνός

 

 

Ἐκδόσεις “ΕΤΟΙΜΑΣΙΑ”

Βιβλία γιά ὅλους