Αυγ 2022
Κ Δ Τ Τ Π Π Σ
 123456
78910111213
14151617181920
21222324252627
28293031  

741-1847~White-Tern-Bird-Island-Tikehau-Tuamotu-Archipelago-French-Polynesia-Pacific-Islands-Pacific-Posters

Τό στάδιον τῶν ἀρετῶν ἠνέωκται,

οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε,

ἀναζωσάμενοι τόν καλόν τῆς νηστείας ἀγῶνα.

Οἱ γάρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται.

Καί ἀναλαβόντες τήν πανοπλίαν τοῦ Σταυροῦ,

τῶν ἐχθρῶν ἀντιμαχησόμεθα,

ὡς τεῖχος ἄρρηκτον κατέχοντες τήν Πίστιν,

καί ὡς θώρακα τήν προσευχήν,

καί περικεφαλαίαν τήν ἐλεημοσύνην.

Ἀντί μαχαίρας τήν νηστείαν,

ἥτις ἐκτέμνει ἀπό καρδίας πᾶσαν κακίαν.

Ὁ ποιῶν ταῦτα, τόν ἀληθινόν κομίζεται στέφανον,

παρά τοῦ Παμβασιλέως Χριστοῦ,

ἐν τῆ ἡμέρα τῆς Κρίσεως.