This page was exported from Ιερά Μονή Αγίου Ιωάννου Προδρόμου Καρέα [ https://www.imaik.gr ] Export date:Thu Apr 18 20:58:08 2024 / +0000 GMT ___________________________________________________ Title: Προσευχή κατά τήν παρασκευή τοῦ προσφόρου --------------------------------------------------- Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν. Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ´) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Κύριε ἐλέησον ιβ' Δόξα... Καὶ νῦν... Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Εἶτα ψάλλομεν τό ἑπόμενο Τροπάριο τῆς Θεοτόκου μετὰ τοῦ στίχου: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἦχος πλ. δ'. Παναγία Θεοτόκε Παρθένε, τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος,ἐλέησον ἡμᾶς (ἐκ γ'). Δόξα. Καὶ νῦν... Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. ΕΥΧΗ Κύριε, ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Σὺ γὰρ εἶ ὁ ποιῶν μεγάλα καὶ θαυμαστὰ καὶ ἐξαίσια ἔργα, ἃ οὔτε ἔννοια καταλαβέσθαι δύναται, οὔτε λόγος ἑρμηνεῦσαι ἰσχύει. Δοξάζομέν σε καὶ ἐν ταπεινῷ συνειδότι προσκυνοῦμέν σε τὸν παντοκράτορα καὶ παντοδύναμον, τὸν μετασκευάζοντα πάντα μόνῳ τῷ βούλεσθαι, τὸν ἐν ἀπόροις πόρους εὑρίσκοντα ἀῤῥήτῳ καὶ ἀκαταλήπτῳ σοφίᾳ. Σύ, Κύριε ὁ Θεὸς ἡμῶν, ἐξ οὗ τῆς ἀχράντου καὶ παμπλούτου παλάμης τῶν προκειμένων ὑλικῶν τὴν παροχὴν ἐκομισάμεθα, ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ ἐπίσκεψε τὸ ἄλευρον τοῦτο καὶ τὸ ὕδωρ καὶ τὴν ζύμην καὶ ἁγίασον αὐτά, ὥστε γενέσθαι φύραμα νέον πρὸς παρασκευὴν ἄρτου προσφόρου εἰς προσκομιδὴν κατὰ τὴν Ἁγίαν Ἀναφορὰν τῆς Θείας Λειτουργίας. Χάρισε δὲ ἀντάμειψιν ἡμῖν, τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν, συντηρῶν ἡμᾶς ἐν τῇ χρηστότητί σου, ὅπως τῶν σῶν ἀφθονοπαρόχων δωρεῶν ἐμπλησθῶμεν καὶ τῆς ἀνεκλαλήτου σου ἀγαθότητος, πρεσβείαις τῆς Παναχράντου, Ὑπεραγίας Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ πάντων καὶ πασῶν σου τῶν ἁγίων. Ὅτι σὺ εἶ ὀ δοτὴρ τῶν ἀγαθῶν καὶ σὸν ἐστὶν τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν   --------------------------------------------------- Images: https://www.imaik.gr/wp-content/uploads/καντηλακι-1.jpg http://www.imaik.gr/wp-content/uploads/Untitled-14.jpg --------------------------------------------------- --------------------------------------------------- Post date: 2012-04-04 14:14:54 Post date GMT: 2012-04-04 11:14:54 Post modified date: 2022-11-05 10:55:27 Post modified date GMT: 2022-11-05 08:55:27 ____________________________________________________________________________________________ Export of Post and Page as text file has been powered by [ Universal Post Manager ] plugin from www.gconverters.com