Προδρομικά- Θεοφάνεια

 

 

Τὴν χεῖρά σου τὴν ἁψαμένην,

τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου

μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας,

ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά,

ὡς παρρησίαν ἔχων πολλήν·

καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων,

ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι.

Τοὺς ὀφθαλμούς σου πάλιν δέ,

τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας,

ὡς ἐν εἴδει περιστερᾶς κατελθόν,

ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά,

ἵλεων ἡμῖν ἀπεργασάμενος.

Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν

ἐπισφραγίζων τὸν ὕμνον,

καὶ προεξάρχων τῆς πανηγύρεως.

 

Χαῖρε, Προφήτα καί Πρόδρομε, τοῦ Παναγίου Πνεύματος ἱερόν καί ἁγιώτατον δοχεῖον καί τῆς Τρισηλίου Θεότητος ἄμωμον καί πανάσπιλον ἱερεῖον.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τό στήριγμα τῆς εὐσέβειας καί τό καύχημα τῆς μοναδικῆς πολιτείας.

Χαῖρε, Προφήτα καί Πρόδρομε, στειρευούσης σεβασμιώτατον βλάστημα, καί πανόλβιον οἰκουμένης ἁπάσης ἀγλάισμα.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τό κλέος τῆς παρθενίας καί τό σεμνολόγημα τῆς ὀρθοδοξίας.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τῶν Προφητῶν ἀγλαοπυρσόμορφον ἄγαλμα, καί ἀργυροχρυσόπλοκον τῶν Μαρτύρων διάδημα.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τῆς ἀσκητικῆς ζωῆς ἀδιάσειστον ἔρεισμα, καί τῆς ἐνθέου διαγωγῆς τό ὡράισμα.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τῆς Παλαιᾶς τε καί Νέας Διαθήκης ἐνδοξότατε μεσίτα, καί τῶν ἁμαρτωλῶν ἀκατάπαυστε πρός Θεόν ἱκέτα.

Χαῖρε, Προφήτα καί Πρόδρομε, ἐπίγειε Ἄγγελε καί οὐράνιε ἄνθρωπε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τοῦ Χριστοῦ πολύφωτε λύχνε καί ἄσβεστε, καί ἁπάντων Ἁγίων ὑπέρτερε ἅγιε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, στῦλε τῆς Ἐκκλησίας ἑδραιότατε, καί φίλε γνήσιε τοῦ Χριστοῦ προσφιλέστατε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, ὄρθρε φαεινότατε, καί ἑωσφόρε λαμπρότατε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, ἔκλαμπρε τοῦ κόσμου ἀστήρ, καί λαμπροφανέστατε τῆς οἰκουμένης φωστήρ.

Χαῖρε, Προφήτα καί Πρόδρομε, Ἠλία τῆς πρώτης τοῦ Χριστοῦ παρουσίας ζηλωτά ἐνθεότατε, καί τῶν τελωνῶν καί στρατιωτῶν διορθωτά συνετώτατε καί σοφώτατε.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τοῦ Βασιλέως τῆς δόξης ἔνδοξε προμηνυτά καί τοῦ Θεοῦ Σωτῆρος ὑπέρτιμε Βαπτιστά.

Χαῖρε, Προφήτα καί Πρόδρομε, τοῖς ἐν τῷ Ἅδη εὐκταιότατε εὐαγγελιστά, καί τῆς Παναγίας Τριάδος μακαριώτατε παραστάτα καί θεατά.

Χαῖρε, Προφήτα καί Πρόδρομε, θεοδόξαστε χοροστάτα τῆς ἀΰλου ταξιαρχίας καί πρῶτε κληρονόμε τῆς οὐρανίου Βασιλείας.

Χαῖρε, Προφήτα καί Πρόδρομε.

 

 

 

 

     

Ιούλιος 2018
Κ Δ Τ Τ Π Π Σ
« Φεβ    
1234567
891011121314
15161718192021
22232425262728
293031